Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Μεθ' ημών ο Θεός | Ο Θεός είναι μαζί μας | π.Αθανάσιος Σκαρκαλάς в хорошем качестве

Μεθ' ημών ο Θεός | Ο Θεός είναι μαζί μας | π.Αθανάσιος Σκαρκαλάς 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Μεθ' ημών ο Θεός | Ο Θεός είναι μαζί μας | π.Αθανάσιος Σκαρκαλάς

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός, Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς. Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Θαυμαστὸς σύμβουλος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Δόξα... Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ νῦν... Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Comments